Κυριακή, 1 Φεβρουαρίου 2015

Ταῖς ἐξ ἔργων καυχήσεσι



Πρώτη Κυριακὴ τοῦ Τριωδίου
Τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου
Δόξα τῶν Αἴνων
Ἦχος πλ. δ´

Ταῖς ἐξ ἔργων καυχήσεσι, Φαρισαῖον δικαιοῦντα ἑαυτὸν κατέκρινας Κύριε, καὶ Τελώνην μετριοπαθήσαντα, καὶ στεναγμοῖς ἱλασμὸν αἰτούμενον, ἐδικαίωσας· οὐ γὰρ προσίεσαι, τοὺς μεγαλόφρονας λογισμούς, καὶ τὰς συντετριμμένας καρδίας, οὐκ ἐξουθενεῖς· διὸ καὶ ἡμεῖς σοὶ προσπίπτομεν, ἐν ταπεινώσει, τῷ παθόντι δι᾽ ἡμᾶς· Παράσχου τὴν ἄφεσιν καὶ τὸ μέγα ἔλεος.

0 σχόλια:

Δημοσίευση σχολίου