Σάββατο, 5 Απριλίου 2014

Οὐκ ἔστιν ἡ Βασιλεία τοῦ Θεοῦ



Τῇ Ε’ Κυριακῇ τῶν Νηστειῶν - Δοξαστικόν τῶν Αἴνων

Ἦχος α´.

Οὐκ ἔστιν ἡ Βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ ἄσκησις, σὺν ἁγιασμῷ· ὅθεν οὐδὲ πλούσιοι εἰσελεύσονται ἐν αὐτῇ, ἀλλ᾽ ὅσοι τοὺς θησαυροὺς αὐτῶν ἐν χερσὶ πενήτων ἀποτίθενται. Ταῦτα καὶ Δαυῒδ ὁ Προφήτης διδάσκει λέγων· Δίκαιος ἀνὴρ ὁ ἐλεῶν ὅλην τὴν ἡμέραν, ὁ κατατρυφῶν τοῦ Κυρίου καὶ τῷ φωτὶ περιπατῶν, ὃς οὐ μὴ προσκόψῃ· ταῦτα δὲ πάντα, πρὸς νουθεσίαν ἡμῶν γέγραπται, ὅπως νηστεύοντες, χρηστότητα ποιήσωμεν· καὶ δῴη ἡμῖν Κύριος, ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια.

Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Κωνσταντῖνος Πρίγγος

0 σχόλια:

Δημοσίευση σχολίου