Σάββατο 11 Ιουνίου 2011

καὶ πνεῦμα καινὸν δώσω ὑμῖν καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην... καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην


Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα
Κεφ. ΛΣΤ', 24


Τάδε λέγει Κύριος· Λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν, καὶ ῥανῶ ἐφ' ὑμᾶς ὕδωρ καθαρόν, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καθαριῶ ὑμᾶς, καὶ δώσω ὑμῖν καρδίαν καινήν, καὶ πνεῦμα καινὸν δώσω ὑμῖν, καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν,


καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην, καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν, καὶ ποιήσω, ἵνα ἐν τοῖς δικαιώμασί μου πορεύησθε, καὶ τὰ κρίματά μου φυλάξησθε, καὶ ποιήσητε, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν, καὶ ἔσεσθέ μοι εἰς λαόν, κἀγὼ ἔσομαι ὑμῖν εἰς Θεόν.



 http://sandemetriobo.blogspot.com/2011/06/blog-post_3425.html

0 σχόλια:

Δημοσίευση σχολίου